ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-38
SBL Greek New Testament
27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους [a]ὑμᾶς, προσεύχεσθε [b]περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 [c]παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ [d]ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.
32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33 [e]καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; [f]καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34 καὶ ἐὰν [g]δανίσητε παρ’ ὧν ἐλπίζετε [h]λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; [i]καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 [j]γίνεσθε οἰκτίρμονες [k]καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν·
37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· [l]καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον [m]σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· [n]ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:28 ὑμᾶς WH Treg NIV ] ὑμῖν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:28 περὶ WH NIV ] ὑπὲρ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:30 παντὶ WH NIV ] + δὲ τῷ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31 ἄνθρωποι WH NIV ] + καὶ ὑμεῖς Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ Treg NIV RP ] + γὰρ WH NA
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ WH NIV ] + γὰρ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 δανίσητε WH NIV ] δανείζετε Treg; δανείζητε RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 λαβεῖν WH Treg NIV ] ἀπολαβεῖν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 καὶ WH NIV ] + γὰρ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 γίνεσθε WH Treg NIV ] + οὖν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 καθὼς WH NIV ] + καὶ Treg RP NA
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37 καὶ WH NIV ] – Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 σεσαλευμένον WH Treg NIV ] καὶ σεσαλευμένον καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 ᾧ γὰρ μέτρῳ WH Treg NIV ] Τᾧ γὰρ αὐτῷ μέτρῳ ᾧ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software